Category: Uncategorized
-
August 4, 2024 ἔνιοι δέ φασιν ἐξ ἐραστῶν καὶ ἐρωμένων γενέσθαι τὸ σύστημα τοῦτο, καὶ Παμμένους ἀπομνημονεύεταί τι μετὰ παιδιᾶς εἰρημένον· οὐ γὰρ ἔφη τακτικὸν εἶναι τὸν Ὁμήρου Νέστορα, κελεύοντα κατὰ φῦλα καὶ φρήτρας συλλοχίζεσθαι τοὺς Ἕλληνας, ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις, δέον ἐραστὴν παρ’ ἐρώμενον τάττειν. φυλέτας μὲν γὰρ φυλετῶν καὶ φρατόρων <φράτορας> οὐ πολὺν λόγον…