Category: Uncategorized
-
March 28, 2023 τίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης; τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι,κρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή, οἷ’ ἥβης ἄνθεα γίνεται ἁρπαλέαἀνδράσιν ἠδὲ γυναιξίν· ἐπεὶ δ’ ὀδυνηρὸν ἐπέλθηι γῆρας, ὅ τ’ αἰσχρὸν ὁμῶς καὶ κακὸν ἄνδρα τιθεῖ,αἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι, οὐδ’ αὐγὰς προσορῶν τέρπεται ἠελίου,ἀλλ’ ἐχθρὸς μὲν παισίν, ἀτίμαστος δὲ γυναιξίν· οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός. —Mimnermus 1 Soluitur acris…