Category: Uncategorized
-
June 14, 2023 ἁ νύμφα δ’ ἐβόασε· ‘τί μοι τὸν κῶρον ἔρεξας πότνια; τοιαῦται, δαίμονες, ἐστὲ φίλαι; ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε, εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,ἀλλ’ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὢ ἐμὲ δειλάν, ὢ ὄρος, ὢ Ἑλικὼν οὐκέτι μοι παριτέ, ἦ μεγάλ’ ἀντ’ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.’ Callimachus, Bath of…