Category: Uncategorized
-
October 25, 2023 ΚΥΝΙΣΚΟΣ Μηδαμῶς· ἀλλ’ εἰ θέλεις, ἐγώ σοι καινήν τινα καὶ πρέπουσαν αὐτῷ τιμωρίαν ὑποθήσομαι. ΡΑΔΑΜΑΝΘΥΣ Λέγε, ὡς ἐγώ σοι μεγίστην ἐπὶ τούτω χάριν εἴσομαι. ΚΥΝΙΣΚΟΣ Ἔθος ἐστίν, οἶμαι, τοῖς ἀποθνήσκουσι πᾶσι πίνειν τὸ Λήθης ὕδωρ. ΡΑΔΑΜΑΝΘΥΣ Πάνυ μὲν οὖν. ΚΥΝΙΣΚΟΣ Οὐκοῦν μόνος οὗτος ἐξ ἁπάντων ἄποτος ἔστω.ΡΑΔΑΜΑΝΘΥΣ Διὰ τί δή;ΚΥΝΙΣΚΟΣ Χαλεπὴν οὕτως ὑφέξει τὴν δίκην μεμνημένος οἷος ἦν καὶ ὅσον ἠδύνατο ἐν τοῖς…