Category: Uncategorized
-
December 2, 2023 καὶ ἄνθρωποι οἰκέουσι ἐν αὐτῷ τοῖσι οὔνομα Γαράμαντές ἐστι, ἔθνος μέγα ἰσχυρῶς, οἳ ἐπὶ τὸν ἅλα γῆν ἐπιφορέοντες οὕτω σπείρουσι. (2) συντομώτατον δὲ <…> ἐστὶ ἐς τοὺς Λωτοφάγους, ἐκ τῶν τριήκοντα ἡμερέων ἐς αὐτοὺς ὁδός ἐστι, ἐν τοῖσι καὶ οἱ ὀπισθονόμοι βόες γίνονται. ὀπισθονόμοι δὲ διὰ τόδε εἰσί· τὰ κέρεα ἔχουσι κεκυφότα ἐς…