Category: Uncategorized
-
January 15, 2024 ΜΕΝΙΠΠΟΣ Ὅμως τὴν Ἑλένην μοι δεῖξον· οὐ γὰρ ἂν διαγνοίην ἔγωγε. ΕΡΜΗΣ Τουτὶ τὸ κρανίον ἡ Ἑλένη ἐστίν.ΜΕΝΙΠΠΟΣ Εἶτα διὰ τοῦτο αἱ χίλιαι νῆες ἐπληρώθησαν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ τοσοῦτοι ἔπεσον Ἕλληνές τε καὶ βάρβαροι καὶ τοσαῦται πόλεις ἀνάστατοι γεγόνασιν; ΕΡΜΗΣ Ἀλλ’ οὐκ εἶδες, ὦ Μένιππε, ζῶσαν τὴν γυναῖκα· ἔφης γὰρ ἂν καὶ σὺ ἀνεμέσητον εἶναι “τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν…