Category: Uncategorized
-
February 23, 2024 “ξεῖν’, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι γίνοντ’, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι. δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων· αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ’ ἐλέφαντι. τῶν οἳ μέν κ’ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος, οἵ ῥ’ ἐλεφαίρονται, ἔπε’ ἀκράαντα φέροντες· οἳ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε, οἵ ῥ’ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.”…