Category: Uncategorized
-
December 11, 2024 ΚΑΛΛΙΚΛΗΣ. πολέμου καὶ μάχης φασὶ χρῆναι, ὦ Σώκρατες, οὕτω μεταλαγχάνειν.ΣΩΚΡΑΤΗΣ. ἀλλʼ ἦ, τὸ λεγόμενον, κατόπιν ἑορτῆς ἥκομεν;ΚΑΛ. καὶ μάλα γε ἀστείας ἑορτῆς· πολλὰ γὰρ καὶ καλὰ Γοργίας ἡμῖν ὀλίγον πρότερον ἐπεδείξατο.ΣΩ. τούτων μέντοι, ὦ Καλλίκλεις, αἴτιος Χαιρεφῶν ὅδε, ἐν ἀγορᾷ ἀναγκάσας ἡμᾶς διατρῖψαι.ΧΑΙΡΕΦΩΝ. οὐδὲν πρᾶγμα, ὦ Σώκρατες· ἐγὼ γὰρ καὶ ἰάσομαι. φίλος γάρ μοι Γοργίας, ὥστʼ ἐπιδείξεται…