Category: Uncategorized
-
December 12, 2024 δῶκε δέ μ’ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα· κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων, ἠμὲν παυέμεναι ἠδ’ ὀρνύμεν, ὅν κ’ ἐθέλῃσι. νηῒ δ’ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ ἀργυρέῃ, ἵνα μή τι παραπνεύσει’ ὀλίγον περ·αὐτὰρ ἐμοὶ πνοιὴν ζεφύρου προέηκεν ἀῆναι, ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδ’ ἄρ’ ἔμελλενἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθ’ ἀφραδίῃσιν.…