Category: Uncategorized
-
July 19, 2024 ΚΥΝΙΣΚΟΣ Ἔθος ἐστίν, οἶμαι, τοῖς ἀποθνήσκουσι πᾶσι πίνειν τὸ Λήθης ὕδωρ. ΡΑΔΑΜΑΝΘΥΣ Πάνυ μὲν οὖν. ΚΥΝΙΣΚΟΣ Οὐκοῦν μόνος οὗτος ἐξ ἁπάντων ἄποτος ἔστω.ΡΑΔΑΜΑΝΘΥΣ Διὰ τί δή;ΚΥΝΙΣΚΟΣ Χαλεπὴν οὕτως ὑφέξει τὴν δίκην μεμνημένος οἷος ἦν καὶ ὅσον ἠδύνατο ἐν τοῖς ἄνω, καὶ ἀναπεμπαζόμενος τὴν τρυφήν. ΡΑΔΑΜΑΝΘΥΣ Εὖ λέγεις· καὶ καταδεδικάσθω καὶ παρὰ τὸν Τάνταλον ἀπαχθεὶς οὑτοσὶ δεδέσθω, μεμνημένος ὧν ἔπραξε παρὰ τὸν βίον. …