Category: Uncategorized
-
December 26, 2024 Ἔνθα βόες μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶναἐτραπέτην· αὐτοὶ δὲ Διὸς περικαλλέα τέκναἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο τερπόμενοι φόρμιγγι, χάρη δ’ ἄρα μητίετα Ζεύς, ἄμφω δ’ ἐς φιλότητα συνήγαγε. καὶ τὰ μὲν Ἑρμῆς Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν, σήματ’ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν ἱμερτήν, δεδαὼς ὁ δ’ ἐπωλένιον κιθάριζεν· αὐτὸς δ’ αὖθ’ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην· συρίγγων…